Add parallel Print Page Options

Καὶ [a]ἐμβὰς [b]εἰς πλοῖον διεπέρασεν καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν.

Καὶ ἰδοὺ προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον. καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπεν τῷ παραλυτικῷ· Θάρσει, τέκνον· [c]ἀφίενταί [d]σου αἱ ἁμαρτίαι. καὶ ἰδού τινες τῶν γραμματέων εἶπαν ἐν ἑαυτοῖς· Οὗτος βλασφημεῖ. καὶ [e]εἰδὼς ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν· [f]Ἱνατί ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν· [g]Ἀφίενταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν· [h]Ἔγειρε καὶ περιπάτει; ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας— τότε λέγει τῷ παραλυτικῷ· [i]Ἐγερθεὶς ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. ἰδόντες δὲ οἱ ὄχλοι [j]ἐφοβήθησαν καὶ ἐδόξασαν τὸν θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.

Καὶ παράγων ὁ Ἰησοῦς ἐκεῖθεν εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Μαθθαῖον λεγόμενον, καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι· καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.

10 Καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ, [k]καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ. 11 καὶ ἰδόντες οἱ Φαρισαῖοι [l]ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ· Διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν; 12 [m]δὲ ἀκούσας [n]εἶπεν· Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλὰ οἱ κακῶς ἔχοντες. 13 πορευθέντες δὲ μάθετε τί ἐστιν· Ἔλεος θέλω καὶ οὐ θυσίαν· οὐ γὰρ ἦλθον καλέσαι δικαίους ἀλλὰ [o]ἁμαρτωλούς.

14 Τότε προσέρχονται αὐτῷ οἱ μαθηταὶ Ἰωάννου λέγοντες· Διὰ τί ἡμεῖς καὶ οἱ Φαρισαῖοι νηστεύομεν [p]πολλά, οἱ δὲ μαθηταί σου οὐ νηστεύουσιν; 15 καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος πενθεῖν ἐφ’ ὅσον μετ’ αὐτῶν ἐστιν ὁ νυμφίος; ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν. 16 οὐδεὶς δὲ ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ· αἴρει γὰρ τὸ πλήρωμα αὐτοῦ ἀπὸ τοῦ ἱματίου, καὶ χεῖρον σχίσμα γίνεται. 17 οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή γε, ῥήγνυνται οἱ ἀσκοί, καὶ ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ [q]ἀπόλλυνται· ἀλλὰ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς καινούς, καὶ ἀμφότεροι συντηροῦνται.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:1 ἐμβὰς WH Treg RP NA ] + ὁ Ἰησοῦς NIV
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:1 εἰς WH Treg NIV ] + τὸ RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:2 ἀφίενταί WH Treg NIV ] ἀφέωνταί RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:2 σου αἱ ἁμαρτίαι WH Treg NIV ] σοι αἱ ἁμαρτίαι σου RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:4 εἰδὼς WH Treg NIV ] ἰδὼν RP NA
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:4 Ἱνατί WH Treg NIV ] + ὑμεῖς RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:5 Ἀφίενταί WH Treg NIV ] Ἀφέωνταί RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:5 Ἔγειρε WH Treg NIV ] Ἔγειραι RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:6 Ἐγερθεὶς NIV RP ] Ἔγειρε WH Treg
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:8 ἐφοβήθησαν WH Treg NIV ] ἐθαύμασαν RP
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:10 καὶ WH Treg RP NA ] NIV
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:11 ἔλεγον WH Treg NIV ] εἶπον RP
  13. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:12 δὲ WH NIV ] + Ἰησοῦς Treg RP
  14. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:12 εἶπεν WH Treg NIV ] + αὐτοῖς RP
  15. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:13 ἁμαρτωλούς WH Treg NIV ] + εἰς μετάνοιαν RP
  16. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:14 πολλά Treg RP NA ] WH NIV
  17. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:17 ἀπόλλυνται WH Treg NIV ] ἀπολοῦνται RP